←Prev
2 John 1 as rendered by/in
American King James Version American Standard Version Aramaic Bible in Plain English (©2010) Darby Bible Translation Douay-Rheims Bible English Revised Version English Standard Version (©2001) GOD'S WORD® Translation (©1995) Greek Greek transliteration Holman Christian Standard Bible (©2009) International Standard Version (©2012) King James 2000 Bible (©2003) King James Bible (Cambridge Ed.) NET Bible (©2006) New American Standard Bible (©1995) New International Version (©2011) New Living Translation (©2007) Vulgate (Latin) Webster's Bible Translation Weymouth New Testament World English Bible
Next→
1:1 Ὁ πρεσβύτερος ἐκλεκτῇ κυρίᾳ καὶ τοῖς τέκνοις αὐτῆς, οὓς ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ, καὶ οὐκ ἐγὼ μόνος ἀλλὰ καὶ πάντες οἱ ἐγνωκότες τὴν ἀλήθειαν,
1:2 διὰ τὴν ἀλήθειαν τὴν μένουσαν ἐν ἡμῖν, καὶ μεθʼ ἡμῶν ἔσται εἰς τὸν αἰῶνα·
1:3 ἔσται μεθʼ ἡμῶν χάρις ἔλεος εἰρήνη παρὰ θεοῦ πατρός, καὶ ⸀παρὰ Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ τοῦ πατρός, ἐν ἀληθείᾳ καὶ ἀγάπῃ.
1:4 Ἐχάρην λίαν ὅτι εὕρηκα ἐκ τῶν τέκνων σου περιπατοῦντας ἐν ἀληθείᾳ, καθὼς ἐντολὴν ἐλάβομεν παρὰ τοῦ πατρός.
1:5 καὶ νῦν ἐρωτῶ σε, κυρία, οὐχ ὡς ἐντολὴν ⸂καινὴν γράφων σοι⸃ ἀλλὰ ἣν εἴχομεν ἀπʼ ἀρχῆς, ἵνα ἀγαπῶμεν ἀλλήλους.
1:6 καὶ αὕτη ἐστὶν ἡ ἀγάπη, ἵνα περιπατῶμεν κατὰ τὰς ἐντολὰς αὐτοῦ· αὕτη ⸂ἡ ἐντολή ἐστιν⸃, καθὼς ἠκούσατε ἀπʼ ἀρχῆς, ἵνα ἐν αὐτῇ περιπατῆτε.
1:7 ὅτι πολλοὶ πλάνοι ⸀ἐξῆλθον εἰς τὸν κόσμον, οἱ μὴ ὁμολογοῦντες Ἰησοῦν Χριστὸν ἐρχόμενον ἐν σαρκί· οὗτός ἐστιν ὁ πλάνος καὶ ὁ ἀντίχριστος.
1:8 βλέπετε ἑαυτούς, ἵνα μὴ ⸀ἀπολέσητε ἃ ⸀εἰργασάμεθα, ἀλλὰ μισθὸν πλήρη ⸀ἀπολάβητε.
1:9 πᾶς ὁ ⸀προάγων καὶ μὴ μένων ἐν τῇ διδαχῇ τοῦ Χριστοῦ θεὸν οὐκ ἔχει· ὁ μένων ἐν τῇ ⸀διδαχῇ, οὗτος καὶ τὸν πατέρα καὶ τὸν υἱὸν ἔχει.
1:10 εἴ τις ἔρχεται πρὸς ὑμᾶς καὶ ταύτην τὴν διδαχὴν οὐ φέρει, μὴ λαμβάνετε αὐτὸν εἰς οἰκίαν καὶ χαίρειν αὐτῷ μὴ λέγετε·
1:11 ὁ ⸂λέγων γὰρ⸃ αὐτῷ χαίρειν κοινωνεῖ τοῖς ἔργοις αὐτοῦ τοῖς πονηροῖς.
1:12 Πολλὰ ἔχων ὑμῖν γράφειν οὐκ ἐβουλήθην διὰ χάρτου καὶ μέλανος, ἀλλὰ ἐλπίζω ⸀γενέσθαι πρὸς ὑμᾶς καὶ στόμα πρὸς στόμα λαλῆσαι, ἵνα ἡ χαρὰ ⸀ὑμῶν ⸂πεπληρωμένη ᾖ⸃.
1:13 Ἀσπάζεταί σε τὰ τέκνα τῆς ἀδελφῆς σου τῆς ⸀ἐκλεκτῆς.