Home Master Index
←Prev   Mark 8 as rendered by/in  Next→ 



8:1  Ἐν ἐκείναις ταῖς ἡμέραις ⸂πάλιν πολλοῦ⸃ ὄχλου ὄντος καὶ μὴ ἐχόντων τί φάγωσιν, ⸀προσκαλεσάμενος τοὺς ⸀μαθητὰς λέγει αὐτοῖς·
8:2  Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον ὅτι ἤδη ἡμέραι τρεῖς προσμένουσίν μοι καὶ οὐκ ἔχουσιν τί φάγωσιν·
8:3  καὶ ἐὰν ἀπολύσω αὐτοὺς νήστεις εἰς οἶκον αὐτῶν, ἐκλυθήσονται ἐν τῇ ὁδῷ· ⸂καί τινες⸃ αὐτῶν ⸀ἀπὸ μακρόθεν ⸀ἥκασιν.
8:4  καὶ ἀπεκρίθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ⸀ὅτι Πόθεν τούτους δυνήσεταί τις ὧδε χορτάσαι ἄρτων ἐπʼ ἐρημίας;
8:5  καὶ ⸀ἠρώτα αὐτούς· Πόσους ἔχετε ἄρτους; οἱ δὲ εἶπαν· Ἑπτά.
8:6  καὶ ⸀παραγγέλλει τῷ ὄχλῳ ἀναπεσεῖν ἐπὶ τῆς γῆς· καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους εὐχαριστήσας ἔκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ ἵνα ⸀παρατιθῶσιν καὶ παρέθηκαν τῷ ὄχλῳ.
8:7  καὶ εἶχον ἰχθύδια ὀλίγα· καὶ εὐλογήσας ⸀αὐτὰ εἶπεν ⸂καὶ ταῦτα παρατιθέναι⸃.
8:8  ⸂καὶ ἔφαγον⸃ καὶ ἐχορτάσθησαν, καὶ ἦραν περισσεύματα κλασμάτων ἑπτὰ σπυρίδας.
8:9  ἦσαν ⸀δὲ ὡς τετρακισχίλιοι. καὶ ἀπέλυσεν αὐτούς.
8:10  καὶ ⸀εὐθὺς ἐμβὰς εἰς τὸ πλοῖον μετὰ τῶν μαθητῶν αὐτοῦ ἦλθεν εἰς τὰ μέρη Δαλμανουθά.
8:11  Καὶ ἐξῆλθον οἱ Φαρισαῖοι καὶ ἤρξαντο συζητεῖν αὐτῷ, ζητοῦντες παρʼ αὐτοῦ σημεῖον ἀπὸ τοῦ οὐρανοῦ, πειράζοντες αὐτόν.
8:12  καὶ ἀναστενάξας τῷ πνεύματι αὐτοῦ λέγει· Τί ἡ γενεὰ αὕτη ⸂ζητεῖ σημεῖον⸃; ἀμὴν λέγω ⸀ὑμῖν, εἰ δοθήσεται τῇ γενεᾷ ταύτῃ σημεῖον.
8:13  καὶ ἀφεὶς αὐτοὺς ⸂πάλιν ἐμβὰς⸃ ἀπῆλθεν εἰς τὸ πέραν.
8:14  Καὶ ἐπελάθοντο λαβεῖν ἄρτους, καὶ εἰ μὴ ἕνα ἄρτον οὐκ εἶχον μεθʼ ἑαυτῶν ἐν τῷ πλοίῳ.
8:15  καὶ διεστέλλετο αὐτοῖς λέγων· Ὁρᾶτε, βλέπετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ τῆς ζύμης Ἡρῴδου.
8:16  καὶ διελογίζοντο πρὸς ⸀ἀλλήλους ὅτι ἄρτους οὐκ ⸀ἔχουσιν.
8:17  καὶ ⸀γνοὺς λέγει αὐτοῖς· Τί διαλογίζεσθε ὅτι ἄρτους οὐκ ἔχετε; οὔπω νοεῖτε οὐδὲ συνίετε; ⸀πεπωρωμένην ἔχετε τὴν καρδίαν ὑμῶν;
8:18  ὀφθαλμοὺς ἔχοντες οὐ βλέπετε καὶ ὦτα ἔχοντες οὐκ ἀκούετε; καὶ οὐ μνημονεύετε
8:19  ὅτε τοὺς πέντε ἄρτους ἔκλασα εἰς τοὺς πεντακισχιλίους, πόσους κοφίνους ⸂κλασμάτων πλήρεις⸃ ἤρατε; λέγουσιν αὐτῷ· Δώδεκα.
8:20  ὅτε ⸀καὶ τοὺς ἑπτὰ εἰς τοὺς τετρακισχιλίους, πόσων σπυρίδων πληρώματα κλασμάτων ἤρατε; ⸂καὶ λέγουσιν αὐτῷ⸃· Ἑπτά.
8:21  καὶ ἔλεγεν αὐτοῖς· ⸀Οὔπω συνίετε;
8:22  Καὶ ⸀ἔρχονται εἰς Βηθσαϊδάν. καὶ φέρουσιν αὐτῷ τυφλὸν καὶ παρακαλοῦσιν αὐτὸν ἵνα αὐτοῦ ἅψηται.
8:23  καὶ ἐπιλαβόμενος τῆς χειρὸς τοῦ τυφλοῦ ⸀ἐξήνεγκεν αὐτὸν ἔξω τῆς κώμης, καὶ πτύσας εἰς τὰ ὄμματα αὐτοῦ, ἐπιθεὶς τὰς χεῖρας αὐτῷ, ἐπηρώτα αὐτόν· Εἴ τι ⸀βλέπεις;
8:24  καὶ ἀναβλέψας ἔλεγεν· Βλέπω τοὺς ἀνθρώπους ὅτι ὡς δένδρα ὁρῶ περιπατοῦντας.
8:25  εἶτα πάλιν ⸀ἐπέθηκεν τὰς χεῖρας ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ ⸂διέβλεψεν καὶ ἀπεκατέστη καὶ ἐνέβλεπεν⸃ τηλαυγῶς ⸀ἅπαντα.
8:26  καὶ ἀπέστειλεν αὐτὸν ⸀εἰς οἶκον αὐτοῦ λέγων· Μηδὲ εἰς τὴν κώμην ⸀εἰσέλθῃς.
8:27  Καὶ ἐξῆλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὰς κώμας Καισαρείας τῆς Φιλίππου· καὶ ἐν τῇ ὁδῷ ἐπηρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων αὐτοῖς· Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι;
8:28  οἱ δὲ ⸂εἶπαν αὐτῷ λέγοντες⸃ ⸀ὅτι Ἰωάννην τὸν βαπτιστήν, καὶ ἄλλοι Ἠλίαν, ἄλλοι δὲ ⸂ὅτι εἷς⸃ τῶν προφητῶν.
8:29  καὶ αὐτὸς ⸂ἐπηρώτα αὐτούς⸃· Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; ⸀ἀποκριθεὶς ὁ Πέτρος λέγει αὐτῷ· Σὺ εἶ ὁ χριστός.
8:30  καὶ ἐπετίμησεν αὐτοῖς ἵνα μηδενὶ λέγωσιν περὶ αὐτοῦ.
8:31  Καὶ ἤρξατο διδάσκειν αὐτοὺς ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ⸀ὑπὸ τῶν πρεσβυτέρων καὶ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων καὶ ἀποκτανθῆναι καὶ μετὰ τρεῖς ἡμέρας ἀναστῆναι·
8:32  καὶ παρρησίᾳ τὸν λόγον ἐλάλει. καὶ προσλαβόμενος ⸂ὁ Πέτρος αὐτὸν⸃ ἤρξατο ἐπιτιμᾶν αὐτῷ.
8:33  ὁ δὲ ἐπιστραφεὶς καὶ ἰδὼν τοὺς μαθητὰς αὐτοῦ ἐπετίμησεν ⸀Πέτρῳ ⸂καὶ λέγει⸃· Ὕπαγε ὀπίσω μου, Σατανᾶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων.
8:34  Καὶ προσκαλεσάμενος τὸν ὄχλον σὺν τοῖς μαθηταῖς αὐτοῦ εἶπεν αὐτοῖς· ⸂Εἴ τις⸃ θέλει ὀπίσω μου ⸀ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι.
8:35  ὃς γὰρ ⸀ἐὰν θέλῃ τὴν ⸂ψυχὴν αὐτοῦ⸃ σῶσαι ἀπολέσει αὐτήν· ὃς δʼ ἂν ⸀ἀπολέσει τὴν ⸄ψυχὴν αὐτοῦ⸅ ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου ⸀σώσει αὐτήν.
8:36  τί γὰρ ⸀ὠφελεῖ ⸀ἄνθρωπον ⸂κερδῆσαι τὸν κόσμον ὅλον καὶ ζημιωθῆναι⸃ τὴν ψυχὴν αὐτοῦ;
8:37  ⸂τί γὰρ⸃ ⸀δοῖ ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ;
8:38  ὃς γὰρ ἐὰν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτὸν ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων.